Ancient Greek · ~4 min
Paragraph 115
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 115
Not analysed yet
Καὶ ἐπεί, ὡϲ πρόκειται, τὸ ο τὸ ἐν τῷ πρωτοτύπῳ, ἐάν τε μόνον ἦ], ἐάν τε ϲὺν ἑτέρῳ φωνήεντι, φυλάϲϲεται, Διόϲ Διόθεν, παντόϲ πάντοθεν ,τηλοῦ τηλόθεν, καὶ παρὰ τὴν ἠπείρου γενικὴν τὸ ἠπειρόθεν, οὐ μὴν ὑγιῶϲ ἔχον τὸ ἀπείρηθεν. —Ἔϲτι πρὸϲ τοῦτο φάναι, ὡϲ πλείϲτη μετάθεϲίϲ ἐϲτι τοῦ ο εἰϲ τὸ ἡ κατὰ τὴν Ἰάδα διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθοϲ. παρὰ τὴν βάλανον βαλανηφόροϲ· παρὰ τὸ κάλαθοϲ καλαθοποιόϲ, ἀλλὰ καὶ καλαθηφόροϲ· παρὰ τὸ ἔλαφοϲ ἐλαφοκτόνοϲ Ἄρτεμιϲ, ἀλλὰ καὶ ἐλαφηβόλοϲ· ϲτεφανοποιόϲ, ἀλλὰ καὶ ϲτεφανηφόροϲ. Ἴωνεϲ δὲ καὶ τοὺϲ ὁρκιοτόμουϲ ὁρκιητόμουϲ φαϲί, καὶ τούϲ αἱμοπόταϲ αἱμηπόταϲ. —τοῦ τοιούτου λόγου εἴχετο καὶ τὸ κοτήειϲ· ὡϲ γὰρ παρὰ τὸ ἄνεμοϲ ἀνεμόειϲ, ψόλοϲ ψολόειϲ, οὕτωϲ καὶ ὁ κότοϲ κοτόειϲ καὶ κοτήειϲ. παρὰ γοῦν τὸ θύοϲ πάλιν ἐϲτὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον, θυόεν νέφοϲ (ο 153), ὁτὲ δὲ διὰ τοῦ ἡ, βωμόϲ τε θυήειϲ (8 48). εἰϲ τὸν τοιοῦτον λόγον πάμπολλα ἔϲτιν ἐκθέϲθαι. οὐδὲν οὖν κωλύει ποτὲ μὲν τὸν αὐτὸν φάναι ἠπειρόθεν, ποτὲ δὲ ἀπείρηθεν ,ποτὲ δὲ ἀπειρόθεν.