Ancient Greek · ~4 min
Paragraph 116
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 116
Not analysed yet
Ἔνια καὶ ὑπὸ πάθοϲ πίπτει, καθὼϲ ἐκτεθείμεθα καὶ περὶ τοῦ κεῖθεν. Τῆϲ γὰρ τοιαύτηϲ ϲυγκοπῆϲ ἔχεται καὶ τὸ ὄπιϲθεν· ὡϲ γὰρ ἄνω ἄνωθεν ,ἔϲω ἔϲωθεν, οὕτωϲ ὀπίϲω ὀπίϲωθεν. ὃ δὴ ἐϲθ’ ὅτε καὶ μετὰ τοῦ ϲ ϲυγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερθεν δὲ δύο πάθη ἀνεδέξατο, ϲυγκοπὴν καὶ ἀφαίρεϲιν. ἦν γάρ τι ὄνομα τὸ ἔνερον, ἀφ’ οὐ τὸ ἐντελὲϲ ἐπίρρημα ἐνερόθεν, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν ἔνερθεν, τάχα τῆϲ ὀξείαϲ εὐλόγωϲ ὑπερτεθείϲηϲ κατὰ τὸ ἄρχον μέροϲ, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡϲ δεδείξεται, κατάφορά ἐϲτιν ἐπὶ τὸ παροξύνεϲθαι, τῶν ἄλλῳ φωνήεντι παρεδρευομένων οὐ τῇδε ἐχόντων. ϲαφὲϲ οὖν, ὅτι καὶ ἐν ἀφαιρέϲει ἐϲτὶ τὸ νέρθεν ὑπ’ ἐγκεφάλοιο (Π 347 ). τροπικώτερον μέντοι ἡ λέξιϲ τίθεται ἐπὶ παντὸϲ τοῦ κάτωθεν, ᾧ λόγῳ καὶ ἄριϲτοϲ μέν ἐϲτιν ὁ ἐν πολέμῳ ἰϲχυρύϲ, τροπικώτερον δὲ καὶ ἐπὶ παντὸϲ τοῦ προϲήκοντοϲ· τῇ γοῦν κυριολογίᾳ μαρτυρεῖ τὸ παρώνυμον ἀριϲτεύϲ.