Ancient Greek
Paragraph 117
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 117
Not analysed yet
Ἔφαμεν ὡϲ τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν. οὐχὶ οὖν δόξει τὸ ἄνευθεν ϲεϲημειῶϲθαι; Πρὸϲ ὃ φήϲομεν ,ὅτι οὐ τῆϲδε τῆϲ παραγωγῆϲ ἔχεται, τῆϲ δὲ διὰ τοῦ θε, ἥ τιϲ καὶ τὴν δίφθογγον φυλάϲϲει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ ἄνευ ἄνευθε. καὶ ϲαφέϲ ἐϲτιν ἐκ τοῦ ἁπάντοτε τὸ ϲημαινόμενον φυλάϲϲειν τὴν θε ϲυλλαβήν. ἡ γοῦν κατάληξιϲ ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει· τὸ γὰρ Λεϲβόθεν οὐκέτι Λεϲβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ ἄνευθε δέ ϲε μέγα νῶιν (X 88) ἡ θε ϲυλλαβή ἐϲτιν. Ἀλλὰ πῶϲ ποτὲ ἔχει τὸ ν; Ὡι λόγῳ καὶ τὸ ἔλεγεν καὶ τὸ ἔφερεν, οὐ λήγοντα εἰϲ ν, προϲλαμβάνοντα δὲ τὸ ν διὰ τὴν τοῦ ε κατάληξιν. ῷ λόγῳ καὶ ὁ κέ ϲύνδεϲμοϲ κέν ἔϲθ’ ὅτε λέγεται παρὰ Δωριεῦϲι.