Ancient Greek · ~3 min
Paragraph 118
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 118
Not analysed yet
Τὰ τῷ ο παρεδρευόμενα παρὰ Δωριεῦϲι τῶν ἐπιρρημάτων ἀπειράκιϲ ἐν ἀποκοπῇ γίνεται τοῦ θεν καὶ ἐν μεταθέϲει τοῦ ο εἰϲ ω, καθὼϲ προείπομεν, αὐτόθεν αὐτῶ, αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr. fr. 45 Ahrens), τουτόθεν τουτῶ ,τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens). Τῇδε εἶχε καὶ τὸ πόθεν λεγόμενον οὕτωϲ, πῶ πῶ τιϲ ὄνον ὠναϲείται; (Sophr. fr. 89 Ahrens.) Καὶ τὸ πώμαλα δὲ παρὰ Ἀττικοῖϲ ἐν παρολκῇ τοῦ μάλα οὕτωϲ ἐγένετο, καθάπερ καὶ τὸ ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12) ἦ μάλ’ ἐλαφρὸϲ ἀνήρ· ὡϲ ῥεῖα κυβιϲτᾷ (Π 745). τοῦ δὲ πόθεν ϲυνεχέϲτερον καὶ οὕτωϲ λεγομένου· ἔγρα ψαϲ; πόθεν; ὅπερ κατὰ τὴν τοιαύτην ϲημαϲίαν τὸ πώμαλά ἐϲτι παρὰ τοῖϲ Ἀττικοῖϲ κατὰ τὸ πλεῖϲτον.