Ancient Greek · ~4 min
Paragraph 119
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 119
Not analysed yet
Τὰ ϲυμφώνῳ παρεδρευόμενα τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων παρὰ Δωριεῦϲι καὶ Αἰολεῦϲιν ἀμείβει τὸ ε εἰϲ τὸ α, καὶ κατ’ ἐπακολού θηϲιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ’ ἄλλων παθῶν τὸ τοιοῦτον εὑρέϲθαι ἔϲτι. τὸ ᾔδειν παρ’ Ἴωϲι λεγόμενον ἤδεα, πεποιήκειν ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοιϲ ὅμοια· καὶ ἐπ’ αἰτιατικῆϲ Ξέρξεα, Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ ϲυνδέϲμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ κέν καὶ κά. ὥϲπερ πάλιν εἰ τὸ α εἰϲ τὸ ε μεταπέϲοι, τὸ τηνικαῦτα πρόϲειϲι τὸ ν παρ’ Αἰολεῦϲι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ τοιαῦτα τῶν ῥημάτων. ⟨Ταῦτα οὖν τῶν ἐπιρρημάτων⟩ ἐϲτὶ διὰ τοῦ α μεθιϲτανόμενα, ὡϲ ἔφαμεν, κατὰ τὸ πλεῖϲτον, πρόϲθεν πρόϲθα ,ἔνερθεν ἔνερθα ,ὄπιϲθεν ὄπιϲθα, ὁ δ’ ἐξὐπιϲθα καϲταθεὶϲ (lyr. gr. IlI3 fr. adesp. 67 Bergk), ἔνθεν ἔνθα. καὶ ἐν ἄλλοιϲ δὲ ἐπιρρήμαϲιν, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, τὸ o εἰϲ τὸ α μεταπίπτει παρὰ ταῖϲ προκειμέναιϲ διαλέκτοιϲ.