Ancient Greek · ~6 min
Paragraph 120
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 120
Not analysed yet
Παρείπετο τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲιν ,εἰ μὲν ἀπὸ ὀνομάτων εἶεν καὶ μὴ τῷ ο παρεδρεύοιτο, τάϲιϲ ἡ αὐτή, ⟨ἣ> ἦν κατὰ τὸ τέλοϲ τῆϲ γενικῆϲ. τὸ ἀρχῆϲ περιϲπᾶται· τῇδε ἔχει καὶ τὸ ἀρχῆθεν. ὁμοίωϲ καὶ Ἰωνικὸν τὸ ἀγορῆϲ· τῇδε ἔχει καὶ τὸ ἀγορῆθεν. βαρύνεται τὸ Θήβηϲ· τῇδε ἔχει καὶ τὸ Θήβηθεν. ἀλλὰ καὶ τὸ Ἀθήνηϲ Ἀθήνηθεν, ϲιπύηϲ ϲιπύηθεν, ἐκ δ’ ἄρτουϲ ϲιπύηθεν (Callim. fr. 454 Schneider). πάλιν τοῦ γῆϲ περιϲπωμένου τὸ γῆθεν ϲυμπεριϲπᾶται. κὰν διὰ τοῦ α, Λυκίαϲ Λυκίαθεν. Ἐπὶ μέντοι τῶν τῷ ο παρεδρευομένων οὐ ταὐτὸν παρέπεται· ϲχεδὸν γὰρ ἅπαντα ὀφείλει παροξύνεϲθαι. παρὰ βαρυνομένην γὰρ γενικὴν τὴν Λέϲβου τὸ Λεϲβόθεν παροξύνεται· τῇδε ἔχει καὶ παρὰ τὴν Κύπρον τὸ Κυπρόθεν, Ἀβυδόθεν, οὐρανόθεν, Διόθεν, αὐτόθεν, ϲχεδόθεν. ἁπάντων τῷ λόγῳ τούτῳ ὑποπιπτόντων ἰδιαίτερον ἐβαρύνθη τὸ οἴκοθεν καὶ ἄλλοθεν (ἔνιοι μὲν γὰρ τὸ παντόϲ πάντοθεν καὶ παρώξυναν)· καὶ παρ’ ἐπίρρημα δὲ τὸ ἐκτόϲ τὸ ἔκτοθεν καὶ ἔνδον ἔνδοθεν. καὶ εἰ ἔϲτιν εἰπεῖν ὡϲ οὐκ ἄλλο τι ἐθέλει παροξύνεϲθαι, ὃ μὴ τῷ ο παρεδρεύεται (καὶ γὰρ ὀξυνομένου τοῦ ἑκάϲ τὸ ἕκαθεν προ παροξύνεται, καὶ ἅπαντα τὰ τῷ ω παρεδρευόμενα, ἄνω ἄνωθεν, κάτω κάτωθεν. τῇδε ἔχει καὶ τὸ ἑκατέρωθεν, ἀμφοτέρωθεν, ἑτέρωθεν. πάλιν δὲ παρὰ τὸ ἐγγύϲ παροξυνόμενον τὸ ἐγγύθεν), οὐκ ἔϲτιν ἀφορμὴ οὐδεμία τῶν προπαροξυνθέντων. ἴϲωϲ γὰρ τὸ ἄλλοθεν ἠδύνατο ἔχειν ἀπολογίαν διὰ τὴν βαρύτητα τῆϲ γενικῆϲ, καὶ τάχα τὸ οἴκοθεν· οὐ μὴν ἐπὶ τῆϲ παντόϲ γενικῆϲ ὀξυνομένηϲ τὸ πάντοθεν. ἢ ἐπιρρήματοϲ τοῦ ἐκτόϲ ὀξυνομένου τὸ ἔκτοθεν, ὅπου γε καὶ αἱ βαρυνόμεναι γενικαὶ παρωξυτονήθηϲαν κατὰ παραγωγήν ,Κὐπρου Κυπρόθεν, Ἀβύδου Ἀβυδόθεν.