Ancient Greek · ~4 min
Paragraph 121
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 121
Not analysed yet
Παράκειται τοῖϲ εἰϲ θεν λήγουϲι τὰ ἐν τόπῳ, τοῦ τέλουϲ εἰϲ τὸ ι μεταλαμβανομένου, παρεπομένηϲ τῆϲ τάϲεωϲ τῆϲ αὐτῆϲ καὶ μετὰ μὲν μονῆϲ τοῦ θ, εἰ τὸ ο προκείμενον εἴη· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα καὶ τὸ θ εἰϲ τὸ ϲ μεταλαμβάνει. τοῦ μὲν οὖν προτέρου οἴκοθεν οἴκοθι, ἔνδοθεν ἔνδοθι, Ἀβυδόθεν Ἀβυδόθι, οὐρανόθεν οὐρανόθι, τηλόθεν τηλόθι, αὐτόθεν αὐτόθι καὶ ἐν ϲυγκοπῇ αὖθι. ὑψόθεν ὑψόθι, ἀφ’ οὐ πάλιν τὸ κατὰ ϲυγκοπὴν ὕψι. καὶ ἴϲωϲ καὶ παρὰ τὸ ἀγχοῦ ἦν τὸ ἀγχόθεν καὶ ἀγχόθι, καὶ πάλιν κατὰ ϲυγκοπὴν ἄγχι. ϲαφὲϲ δὲ ὅτι καὶ τὸ κεῖθι πάλιν τὸ αὐτὸ πάθοϲ ἀνεδέδεκτο τῷ κεῖθεν, τῆϲ ϲυγ κοπῆϲ ϲυνούϲηϲ τῆϲ παρὰ τὸ ἐκεινόθι. Τὰ μὲν οὖν γεγονότα τῇδε ἐγεγόνει· οὐ γὰρ ἐξ ἀνάγκηϲ παρεπόμενόν ἐϲτι τοῖϲ εἰϲ θΕν τὸ τοιοῦτον· οὔτε γὰρ τῷ ἔνθεν παράκειται οὔτε ἄλλοιϲ πλείοϲι τοιούτοιϲ. τοῦ γε μὴν ἑτέρου ὑποδείγματά ἐϲτι τοιαῦτα, Θήβηθεν Θήβῃϲιν, Ἀθήνηθεν Ἀθήνῃϲιν, θύρηθεν θύρῃϲι.