Ancient Greek
Paragraph 122
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 122
Not analysed yet
Τὰ διὰ τοῦ ε ἐκφερόμενα ἐπιρρήματα (λέγω δὲ τὰ προκείμενα κατὰ παραγωγὴν τοῦ θε· καὶ τὰ τοιαῦτα δὲ λέγω, τὰ διὰ τοῦ τε, ἄλλοτε, τότε, ὑπὲρ ὧν καὶ κατὰ τὸ ἐξῆϲ εἰρήϲεται, καὶ ἔτι τὰ διὰ τοῦ ϲε, κυκλόϲε, πάντοϲε, πόϲε, καὶ ἔτι τὰ διὰ τοῦ δε, οἴκαδε, καὶ ἔτι τὰ τούτοιϲ ὅμοια) οὐ τρέπει πάντοτε τὸ ε εἰϲ τὸ α παῤ Αἰολεῦϲι καὶ Δωριεῦϲιν, ἀλλὰ τρέψαντά ἐϲτιν ἢ διὰ τοῦ θε ἐκφερόμενα ἢ διὰ τοῦ τε. καὶ ϲχεδὸν μία ἦν ἀπολογία· πνεύματι γὰρ διαφέρει τὸ τ τοῦ θ. τὰ γὰρ μὴ τῇδε ἔχοντα τὸ ε φυλάϲϲει. εἴρηται μὲν οὖν περὶ τῶν εἰϲ θεν, λέγω περὶ τοῦ ὔπιϲθα καὶ ὕπερθα καὶ τῶν τοιούτων· ἔϲτι δὲ καὶ ὑποδείγματα τῶν διὰ τοῦ τε τὸ πότε πότα, ὅτε ὅτα. ἑτέρωτε ἑτέρωτα, ἄλλοτε ἄλλοτα. —διαφέρει δὲ πάλιν τὰ Αἰολικὰ τοῦ Δωρικοῦ, ἡ τὸ μὲν Δωρικὸν τὸ η εἰϲ κ μεταλαμβάνει, ὅτε τὸ πότε πόκα ἐϲτί, τὸ ἄλλοτε ἄλλοκα, ὅτε ὅκα. καὶ μετὰ περιϲϲοῦ τοῦ κ, ὅκκα δὴ γυνά (Alcm. fr. 94 Berak3). οὐ μὴν ἐπὶ τοῦ κυκλόϲε ῆ ἔραζε ἢ τῶν προκατειλεγμένων.