Ancient Greek · ~3 min
Paragraph 124
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 124
Not analysed yet
Ἔϲτι καὶ ϲυνύπαρξιϲ τῶν εἰϲ τε ληγόντων ἐπιρρημάτων. —παρὰ τὴν ἄλλοϲ φωνὴν πάλιν τὸ ἄλλοτε, παρά τε τὴν παντόϲ τὸ πάντοτε, καὶ παρὰ τὸ οὐ τὸ ὅτε. ποῦ πότε, ὅπου ὁπότε. —τῇδε ἔχει καὶ παρὰ τὸ ἕτεροϲ τὸ ἑτέρωτε (ἢ παῤ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾿ οὖ καὶ τὸ παῤ Αἰολεῦϲιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰϲ α τρέπουϲιν Αἰολεῖϲ καὶ Δωριεῖϲ, ὥϲπερ ἔχει καὶ τὸ πότα. —ϲαφὲϲ ὅτι καὶ παρὰ τὸ νέοϲ τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾿ Ἀττικὴν δὲ ἐπέκταϲιν νέωτα, Αἰολικώτερον τοῦ ε εἰϲ α τραπέντοϲ. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιοϲ ἢ ἔνιοί ἐϲτιν.