Ancient Greek · ~2 min
Paragraph 125
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 125
Not analysed yet
Καὶ τὰ διὰ τοῦ ϲε παραγόμενα εἰϲ τόπον. παρὰ τὸ οἶκοϲ οἴκοϲε, ἄλλοϲ ἄλλοϲε, παντόϲ πάντοϲε, παρά τε πάλιν τὸ ποῦ τὸ πόϲε φεύγετε; (Π 422) κύκλοϲ κυκλόϲε. Χρὴ δὲ νοεῖν, ὅτι πάλιν οἱ αὐτοὶ τόνοι παρέπονται τοῖϲ προκατειλεγμένοιϲ τῶν εἰϲ θεν καὶ τῶν εἰϲ θι. ἄλλοθεν ἄλλοθι, εὐθέωϲ καὶ ἄλλοϲε· καὶ ἐπεὶ πάντοθεν καὶ πάντοθι, πάντοϲε δαιδάλλων (Ϲ 479) καὶ ἐπεὶ κυκλόθεν κυκλόθι, εὐθέωϲ καὶ τὸ κυκλόϲε, ἀγχόϲε, τηλόϲε.