Ancient Greek
Paragraph 135
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 135
Not analysed yet
Τοῖϲ εἰϲ υϲ λήγουϲιν ὀξυτόνοιϲ παράκειται εἰϲ υ λήγοντα, ὁμόφωνα οὐδετέροιϲ, ἐπιρρήματα, ὡϲ τὸ εὐρὺ ῥέει παρὰ τὸ εὐρύϲ, ὡϲ τὸ ταχὺ ἦλθεν παρὰ τὸ ταχύϲ. καὶ τῷ οὖν ἐὒϲ ὤφειλε παρακεῖϲθαι ὀξύτονον τὸ ἐὖ, ὅπερ ϲυναιρεθὲν ἀναγκαίωϲ περιεϲπάϲθη διὰ τὴν ἐν αὐτῷ δίφθογγον· προλήψει μέντοι τοῦ διῃρῆϲθαι τὴν ευ ἐβάρυναν τὸ ἐπίρρημα.