Ancient Greek · ~2 min
Paragraph 136
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 136
Not analysed yet
τοπικὰ τῶν ἐπιρρημάτων τρεῖϲ ἔχει διαϲτάϲειϲ, τὴν ἐν τόπῳ, τὴν εἰϲ τόπον, τὴν ἐκ τόπου. καὶ δῆλον ὅτι ἀρκτικώτερά ἐϲτι τὰ ἐν τόπῳ· τὰ γὰρ ἐκ τόπου πολὺ πρότερον ὁμολογεῖ τὸ ἐν τόπῳ ε=iναι, καὶ ἔτι τὸ εἰϲ τόπον τὸ ἐκ τόπου τὴν μετάβαϲιν ποιεῖϲθαι. ἤδη δὲ καὶ διὰ τῶν φωνῶν ϲαφὲϲ τοῦτο γενήϲεται. τὸ γὰρ ποῦ ϲημαίνει τὸ ἐν τόπῳ· ἀφ’ οὖ γίνεται τοπικὸν εἰϲ τόπον παραγωγὸν πόϲε καὶ ἔτι τὸ πόθι. καὶ ἐκ τόπου τὸ πόθεν. παρά τε τὸ ὕψοϲ ὑψοῦ γίνεται, ἀφ’ οὐ τὸ ὑψόθεν καὶ ὑψόθι.