Ancient Greek · ~10 min
Paragraph 137
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 137
Not analysed yet
Ὃν τρόπον ἐν τῷ παρεπομένῳ γένει τοῖϲ ὀνόμαϲίν ἐϲτι μοναδικὰ κατὰ ἀρρενικὴν προφοράν, καὶ ἔτι κατὰ θηλυκὴν καὶ οὐδετέραν, μονο γενῆ καλούμενα, καὶ ὡϲ ἔϲτι τινὰ τριγενῆ, ἐν ἑκάϲτῃ φωνῇ λεγόμενα, καλόϲ καλή καλόν, ἐπικοινωνοῦντά τε τῷ ἀρρενικῷ γένει καὶ θηλυκῷ, ὁ ψευδήϲ καὶ ἡ ψευδήϲ καὶ τὸ ψευδέϲ, ἔνιά τε ἐν δυϲὶ γένεϲι νοεῖται ἀρϲενικὰ καὶ θηλυκά, ὡϲ ἵπποϲ καὶ τὰ παραπλήϲια, τοῦτον τὸν τρόπον ἔϲτιν εὑρέϲθαι καὶ τὴν τῶν τοπικῶν ἐπιρρημάτων ϲχέϲιν ἢ μόνον μοναδικὴν οὖϲαν, ὥϲτε μὴ καὶ ἐξ ἀκολουθίαϲ ἐγγίνεϲθαι τὰϲ ὑπολοίπουϲ ϲχέϲειϲ τῶν τόπων, ὥϲπερ ἐπὶ τοῦ πῇ ἐπιρρήματοϲ καὶ ἄλλων ὧν παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ τὴν τριϲϲὴν διάϲταϲιν ποιεῖϲθαι ὥϲπερ τὰ τριγενῆ, ὡϲ παρὰ τὴν οἴκου ἀποτελεῖται τὸ οἴκοθι οἴκοθεν οἴκαδε, καὶ τοῦ ἐπιρρήματοϲ κατὰ τὸ δέον τὴν ἀκόλουθον φωνὴν ἀπενεγκαμένου. ἔϲτιν ἃ καὶ ἐπικοινωνεῖ, κατὰ τὸν αὐτὸν χαρακτῆρα ϲημαϲίαν ἔχοντα τὴν εἰϲ τόπον καὶ ἐν τόπῳ, οὐ μὴν τῆν ἐκ τόπου, ὡϲ τὸ ἄνω καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν εἰρήϲεται. ϲπάνια μήν ἐϲτι τὰ διὰ μιᾶϲ φωνῆϲ τὴν τριϲϲὴν τῶν τοπικῶν ἐπιδεχόμενα διάϲταϲιν, ὡϲ ἔχει τὸ πρόϲθεν καὶ εἴ τι τοιοῦτον. καὶ ἔϲτι τὸ προειρημένον τοπικὸν ἐπίρρημα ϲυνεκδρομῇ τῶν φωνῶν κατά τινα προϲπάθειαν τῶν ἐν τόπῳ ἐπιρρημάτων καὶ εἰϲ τόπον (καθὸ τὸ τοιοῦτον καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου δείκνυται, ἐν πτώϲεϲι μὲν εὐθείαϲ πρὸϲ αἰτιατικὴν καὶ κλητικήν, γενικῆϲ τε πρὸϲ δοτικήν, καὶ διὰ τοῦτο πάμπολλοϲ ἡ ϲυμμονὴ τῶν πτώϲεων καὶ ϲυνέμπτωϲιϲ, δυϊκῶν ἁπάντοτε ϲυμπιπτόντων, οὐδετέρων τε κατ᾿ εὐθεῖαν καὶ αἰτιατικὴν καὶ κλητικήν, καὶ ἐπὶ τῶν πλείϲτων ἀρρενικῶν κατ᾿ εὐθεῖαν καὶ κλητικήν, ὥϲτε καὶ μέχρι ϲχημάτων ἀνάγεϲθαι τὴν ϲυμπάθειαν, ὡϲ ἠέλιοϲ ὃϲ πάντ᾿ ἐφορᾶϲ (Γ 277) καὶ τὰ τούτοιϲ ὅμοια, καὶ ἐπὶ πληθυντικῶν ἁπάντων· ἔν τε ῥήμαϲιν ἐνεϲτώτων πρὸϲ παρατατικούϲ καὶ παρακειμένων πρὸϲ ὑπερϲυντελικούϲ. καὶ περιϲϲὸν τὸ νῦν τούτων ἁπάντων παράθεϲιν ποιεῖϲθαι)· ἐντεῦθεν οὖν καὶ τὰ προκείμενα ἐπιρρήματα διὰ τὴν προκειμένην ϲυμπάθειαν ϲυντρέχει, καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβανόμενα, τῆϲ χρήϲεωϲ ἔϲθ᾿ ὅτε καὶ τὴν ἐν αὐτοῖϲ διαϲτολὴν διαϲυγχυνούϲηϲ. τὸ γὰρ ποῦ ἀπ ἀπλθεν ἢ ποῦ μένει ἐν ἔμεινε κατὰ τὰϲ δύο διαϲτάϲειϲ τῶν τόπων, τοῦ ποιητικοῦ ἔθουϲ τὸ πλέον διαϲτείλαντοϲ, ποῦ νῦν δεῦρο κιὼν λίπεϲ Ἔκτορα; (Κ 406) κατὰ τὴν ἐν τόπῳ ϲχέϲιν, κατὰ δὲ τὴν εἰϲ τόπον τῇ ἔβη Ἀνδρομάχη; (Ζ 377) ἐπ᾿ ἐκείνου τοῦ ϲημαινομένου πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτόϲ; (ν 203) ἀντὶ τοῦ εἰϲ τίνα τόπον.