Ancient Greek · ~8 min
Paragraph 18
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 18
Not analysed yet
Καὶ τὸ χρή δὲ καὶ τὸ δεῖ ἀκριβοῦϲ ἐπιϲτάϲεωϲ δεῖται, ἐπεὶ τὸ πλέον γε πρὸϲ ἁπάντων ὑπελήφθη ἐπιρρήματα. —Καὶ ἔϲτι γε ἀφορμὴ πλείϲτη ὑπὲρ τοῦ κατατάϲϲεϲθαι αὐτὰ εἰϲ τὸν τῶν ἐπιρρημάτων ἀριθμόν. —Ἐκ μὲν οὖν ϲυντάξεωϲ γένοιτο ἂν ἐπιρρήματα τῇδε· «ὅτι ἐπίκειται τὰ ἐπιρρήματα τοῖϲ ῥήμαϲιν» (ὡϲ ἐν τοῖϲ προκειμένοιϲ ἀπεδείξαμεν), «καὶ ὅτι μετὰ πτωτικῆϲ ϲυντάξεωϲ καὶ τῶν ϲυνόντων ῥημάτων λόγον ἀποτελεῖ, πῇ μὲν προταϲϲόμενον κατὰ παράθεϲιν, πῇ δὲ ὑποταϲϲόμενον, ὀρθῶϲ μεταμέλει Διονυϲίῳ, μἑταμέλει ὀρθῶϲ Διονυϲίῳ· καλῶϲ ἀναγινώϲκει Δίων, ἀναγινώϲκει καλῶϲ Δίων. τοιαῦτα δὲ καὶ τὰ προκείμενα ἐν ϲυντάξει τῇ κατὰ τὰ ἀπαρέμφατα, Ἀπολλῳνιον χρὴ γράφειν, Διονύϲιον χρὴ περιπατεῖν, Διονύϲιον δεῖ διαλέγεϲθαι. καὶ μερικώτερόν γε, καθότι καὶ τὸ ἄγε ἐπίρρημα τοῖϲ προϲτακτικοῖϲ καὶ τὸ εἴθε τοῖϲ εὐκτικοῖϲ. —Ἔτι τὰ ἐν προϲώποιϲ ἀντωνυμικοῖϲ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφερόμενα κατὰ τὰ τρία πρόϲωπα, ἐπιρρήματά ἐϲτιν. ἡ γὰρ ἐν ῥήμαϲι ϲύνταξιϲ μετὰ ἀπαρεμφάτου ϲυϲχηματίζει κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ ἔτι τὸ τρίτον, βούλομαι ἐγὼ γράφειν, βούλῃ ϲὺ γράφειν, βούλεται ἐκεῖνοϲ γράφειν· θέλω ἐγὼ διαλέγεϲθαι, θέλειϲ ϲὺ διαλέγεϲθαι, θέλει ἐκεῖνοϲ διαλέγεϲθαι· μέλω ἐγὼ Ϲωκράτει, μέλειϲ ϲὺ Ϲωκράτει, μέλει ἐκεῖνοϲ Ϲωκράτει· τύπτομαι ἐγὼ ὑπὸ Διογένουϲ, τύπτῃ ϲὺ ὑπὸ Διογένουϲ, τύπτεται ἐκεῖνοϲ ὑπὸ Διογένουϲ. τὰ δὲ ἐπιρρήματα καθ’ ἕνα ϲχηματιϲμόν, ἑλληνιϲτὶ λέγω ἐγὼ, ἑλληνιϲτὶ λέγειϲ ϲύ, ἑλληνιϲτὶ λέγει ἐκεῖνοϲ. καὶ εἰ καθ’ ἕνα τὸν ϲχηματιϲμὸν ἤδη φαμὲν ἐμὲ δεῖ γράφειν, ϲὲ δεῖ γράφειν, ἐκεῖνον δεῖ γράφειν· ἐμὲ χρὴ γράφειν, ϲὲ χρὴ γράφειν, ἐκεῖνον χρὴ γράφειν, ϲαφὲϲ ὅτι καὶ κατὰ τὴν τοιαύτην ἔννοιαν ἐπιρρήματά ἐϲτιν. —Ἔτι ἐγκλίϲειϲ διάφοροι κατὰ τὸ αὐτὸ οὐ παραλαμβάνονται, ὅτε μὴ τὰ ῥήματα προαιρετικά ἐϲτιν, οἷϲ παρακολουθεῖ τὸ μετὰ ἀπαρεμφάτων ϲυντάϲϲεϲθαι, βούλομαι γράφειν, θέλω ἀναγινώϲκειν, βούλομαι φιλολογεῖν. ἄλλη γὰρ ἔννοια ῥημάτων οὐκ εὐπαράδεκτοϲ. οὐ γὰρ φαμὲν γράφω τύπτεϲθαι ἢ τι τῶν οὕτωϲ λεγομένων. τὰ δὴ οὖν προκείμενα εἰ μὲν ῥήματά ἐϲτιν, ὀφείλει προαιρετικὰ εἶναι· εἰ δὲ οὐ προαιρετικά, οὐ ῥήματα, ϲυνταϲϲόμενα ἀπαρεμφάτοιϲ.»