Ancient Greek · ~2 min
Paragraph 37
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 37
Not analysed yet
Τὸ ὄφελον οἱ μὲν κατὰ ϲυνεκδρομὴν ῥήματόϲ φαϲι κεκλίϲθαι παρὰ τῷ ποιητῇ εἰϲ πρόϲωπα . εἴγε καὶ τὸ δεύτερον ὄφελεϲ καὶ τὸ τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματοϲ ὑποϲυγκεκόφθαι τοῦ ῶφειλον ,διὸ κατὰ τὴν τοῦ ἀπαρεμφάτου ϲύνταξιν οὐκ ἐν παραλληλότητι αὐτὸ τίθηϲι τῷ εἴθε, αἴθ’ ὤφελλεϲ (Ξ 84). Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρο, ὁμοίωϲ ὅν ἐπίρρημα, ἐχόμενον δὲ ὡϲ προϲτακτικῆϲ ἐννοίαϲ, κατὰ ϲυνεκδρομὴν πάλιν ὡϲ ἀριθμὸν ἀνεδέξατο ἐν τῷ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). ῷ λόγῳ καὶ τὸ ἄγε ἄγετε.