Ancient Greek · ~3 min
Paragraph 47
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 47
Not analysed yet
Τρύφων (p. 48 Velsen )φηϲὶν «ὡϲ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα βραχυκατάληκτά ἐϲτιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοϲία ϲὸν τῷ ῑ». Ἔϲτι δὲ πρὸϲ τὸ τοιοῦτον ὑπαντῆϲαι, ὡϲ οὐ κατά τινα νόμον τὰ ἐπιρρήματα πάντωϲ εἰϲ βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰϲ μακρὰν λήγειν καὶ εἰϲ βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐϲτιν ,ὡϲ τὸ τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡϲ τὸ ἔϲω καὶ ἔξω· καὶ τῷ ῑ βραχεῖ, ὡϲ ἐλληνιϲτί, ἰαϲτί, ἀλλὰ καὶ εἰϲ μακρὸν τὸ ῑ, ἀκονιτί ,ἀναιμωτί. οὐκ ἄρα ἀπόδειξιϲ τοῦ ὅτι τὸ ἰδίᾳ ϲὺν τῷ ῑ οὐ γεγράψεται τὸ τἆλλα εἰϲ βραχὺ ᾱ λήγειν. —καὶ γὰρ ἐπ᾿ ὀνομάτων ἐνὸν τὸ τοιοῦτον εύρέϲθαι. μοῦϲά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ ϲοφία.