Ancient Greek · ~3 min
Paragraph 54
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 54
Not analysed yet
Βαρύνεται καὶ ὅϲα ἀντιμεταλαμβάνεται ἑτέροιϲ ἐπιρρήμαϲι, ϲχεδὸν ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῳ ἔμπηϲ παράκειται τὸ ἔμπα, ἔμπα γε μὴν ἴθι δεῦρο. (ὅτι γὰρ καὶ ϲύνδεϲμόϲ ἐϲτιν ἐναντιωματικὸϲ τὸ ἔμπηϲ καὶ ἐπίρρημα, δείκνυται ἐν τῷ περὶ ϲυνδέϲμων· ᾧ λόγῳ καὶ ἄλλα ϲυνεμπίπτει ἐν ϲυνδέϲμοιϲ καὶ ἐπιρρήμαϲι. τὸ ὄφρα ϲύνδεϲμοϲ, ἀλλὰ καὶ ἐπίρρημα. οὕτωϲ ἔχει καὶ τὸ ὅπωϲ. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐϲτιν, ἵνα τ᾿ ἔτραφεν ἠδ᾿ ἐγένοντο (κ 417), καὶ ϲύνδεϲμοϲ αἰτιολογικόϲ, καὶ ἔτι ἀποτελεϲτικόϲ). καὶ τῷ μάλα δὲ τὸ μᾶλλον ἀντιπαράκειται. ἴϲωϲ δὲ καὶ τὸ ἦκα, τὴν αὐτὴν ἔχον ἀντιμετάληψιν, ἐν ὑπερβατῷ ἐϲτι τοῦ φωνήεντοϲ, ἀναγκαίωϲ τοῦ ν ἀποϲτάντοϲ, καθότι καὶ ἐπὶ τοῦ πρόϲθεν πρόϲθα, ἔνερθεν ἔνερθα.