Ancient Greek · ~3 min
Paragraph 61
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 61
Not analysed yet
Τὰ εἰϲ αϲ λήγοντα ὀξύνονται (ἰδιαίτερον μὲν παρὰ τὸν ἄνδρα παραχθὲν τὸ ἀνθρακάϲ). οὕτωϲ ἔχει καὶ τὸ ἐντυπάϲ, ἑκάϲ, ἀνεκάϲ (ὅπερ Ἀττικοὶ οὐ δεόντωϲ ἀναβιβάζουϲιν, ὡϲ καὶ ἐν ἑτέροιϲ ἐπιρρήμαϲι, χάριέν φαϲι καὶ ἄληθεϲ, καθὼϲ δείκνυμεν καὶ ἐπὶ τοῦ ϲφόδρα). —ϲημειωτέον οὖν τὸ πέλαϲ. τὸ γὰρ ἀτρέμαϲ, ὄφρ’ εὕδηϲι μένοϲ (ε 524). δύναται ἐκ καταλήξεωϲ τῆϲ εἰϲ α προϲειληφέναι τὸ ϲ. ὡϲ γὰρ τῷ ἠρεμῶ τὸ ἠρέμα παράκειται, τῷ ϲιγῶ τὸ ϲῖγα, ἀντῶ ἄντα, οὕτωϲ ἀτρεμῶ ἀτρέμα καὶ ἀτρέμαϲ, καθ’ ὃν λόγον ἔϲτι πολλάκιϲ καὶ ἔνδεια τοῦ ϲ ἐν ἐπιρρήμαϲιν, εἴγε ἀδιάφορον καὶ τὸ πολλάκιϲ καὶ πολλάκι, τουτάκιϲ τουτάκι.