Ancient Greek · ~2 min
Paragraph 62
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 62
Not analysed yet
Τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα ,παραγωγὰ ὄντα ,ὀξύνεται. Καὶ ἀπὸ ὀνομάτων μὲν παραγόμενα, ταῖϲ τούτων γενικαῖϲ ίϲοϲυλλαβεῖ, καὶ ἔϲτιν ἐν ἐκτάϲει τοῦ ῑ. παρὰ τὴν ἀθεώρητοϲ καὶ τὴν ἀθεωρήτου τὸ ἀθεωρητί ,ἀκονιτί ,ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ ϲαφὲϲ ὅτι τὸ ἐν ἐκτάϲει τοῦ ῑ ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ῑ, ϲαφὲϲ μὲν καὶ ἐκ τῶν διαλέκτων, ϲαφὲϲ δὲ καὶ ἐκ τῆϲ παραδόϲεωϲ καὶ ἔτι τῆϲ παρεπομένηϲ ἔϲθ’ ὅτε ϲυϲτολῆϲ, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ γοῦν Ἀρχιλόχειον ϲυνεϲτάλη, ἀμιϲθὶ γάρ ϲε πάμπαν οὐ διάξομεν (fr. 41 Bergk 3).