Ancient Greek
Paragraph 63
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 63
Not analysed yet
Πάνυ γέλοιόν ἐϲτι τὸ τὴν αὐτὴν ϲημαϲίαν ἀπαιτεῖν ἔν τε τοῖϲ ἐπιρρήμαϲι καὶ τοῖϲ ὀνόμαϲιν· εἰ γὰρ ἀθεώρητον τὸ οὐ τεθεωρημένον, πῶϲ τὸ ἀθεωρητί ϲημαίνει τὸ μὴ θεωρῆϲαι καὶ πῶϲ, εἰ ἄκλαυτον τὸ μὴ κεκλαυϲμένον, πῶϲ τὸ ἀκλαυτί τὸ μὴ κλαῦϲαι ϲημαίνει ἔϲτι γὰρ καὶ ἐν ἄλλοιϲ μέρεϲι λόγου πάμπολλα, οἶϲ ἡ τοιαύτη διαφορά. ἀπὸ παρακειμένψν παθητικῶν ἐνεργητικὰ ὀνόματα γίνεται· παρὰ γὰρ τὸ ἔψαλται τὸ ψάλτηϲ, λέλυται λύτηϲ, κεκάθαρται καθαρτήϲ. παρὰ τὴν ἐξ πρόθεϲιν, ϲημαίνουϲαν τὸ ἐκ τόπου, τὸ ἔξω ἐπίρρημα καὶ τὸ ἐν τόπῳ καὶ εἰϲ τόπον δηλοῖ. παρὰ τὴν πρόϲ πρόθεϲιν, πληϲιαϲμὸν ϲημαίνουϲαν (προϲελθεῖν γάρ φαμεν τὸ ἔγγιον ἐλθεῖν )πρόϲω ἐϲτὶν ἐπίρρημα ,ο ϲημαῖνον τὴν πληϲιότητα. παρ’ ἐνεργητικὸν τὸ τέμνω παθητικὸν γίνεται τὸ τόμοϲ, ἐν βαρείᾳ τάϲει· οὐ γὰρ πιθανόν ἐϲτι παρὰ τὸ τέμνομαι, ἐπεὶ οὐκ ἀναλογεῖ ἡ φωνή. ἔϲτι πάμπολλα εἰϲ τὸ τοιοῦτον ἐπιδεῖξαι.