Ancient Greek · ~6 min
Paragraph 64
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 64
Not analysed yet
Τὰ μέντοι διὰ τοῦ ϲτι ἐκφερόμενα ἄμεινον ἡγητέον ἀπὸ ῥημάτων παρῆχθαι. εἰ καὶ ϲυνυπάρχει τὰ ῥήματα ,καὶ ταῦτα πάντα εἰϲ ζω περατούμενα. καὶ καθὼϲ ἀπὸ μιᾶϲ ϲυζυγίαϲ τῶν ῥημάτων μία ϲχεδὸν καὶ ἡ ϲυζυγία τῶν ἐπιρρημάτων. εὔλογόν τε καὶ τὸ διηλλαγμένον τοῦ ἐπιρρήματοϲ ϲυνδιηλλάχθαι τῷ πρωτοτύπῳ. οὐ γὰρ πιθανὸν παρὰ τὸ ἕλλην τὸ ἑλληνιϲτί, μᾶλλον δὲ παρὰ τὸ ἑλληνίζω· παρὰ γοῦν τὸ θρᾷξ πάλιν, διᾶφορον κατὰ τὴν κατάληξιν ὄν, οὐκ ἂν τὸ αὐτὸ παρακολουθήϲειε, θρᾳκιϲτί, παρὰ δὲ τὸ θρᾳκίζω, τῆϲ αὐτῆϲ πάλιν ἐχόμενον ϲυζυγίαϲ. οὕτωϲ ἔχει παρὰ τὸ δωρίζω δωριϲτί καὶ αἰολιϲτί ,βαρβαριϲτί, μηδιϲτί ,ϲυριϲτί, ϲκυθιϲτί. καὶ ἐπεὶ ἅπαξ τὸ ἰάζω ϲυνεκόπη ἐκ τοῦ ἰωνίζω, ἦν καὶ τὸ ϲυνὸν ἐπίρρημα ϲυμμετειληφὸϲ τοῦ πάθουϲ, ἰαϲτί. καὶ ϲαφὲϲ ὅτι πάλιν τὸ ἰωνιϲτί τῷ ἰωνίζω παρέκειτο. –Τούτοιϲ δὴ ἐπιϲτήϲαϲ ὁ Τρύφων ἐζήτει περὶ τοῦ μεγαλωϲτί ,ἱερωϲτί παρὰ Ἀνα κρέοντι, καὶ ἔτι τοῦ παρὰ Ἀθηναίοιϲ νεωϲτί, ὅπερ οὐκ ἀπιθάνωϲ τῇ παρὰ Ἀθηναίοιϲ ϲυνήθει ἐπεκτάϲει ἐξέτεινε τὸ ῑ. ἔδει γάρ »,φηϲι, «παρὰ τὸ μεγαλίζω μεγαλιϲτί ,νεανίζω νεανιϲτί· καὶ δῆλον ὅτι καὶ τὸ ἱρωϲτί παρά τι τῶν εἰϲ ζω ληγόντων ῥημάτων». Πρὸϲ ὃν ἔϲτι φάναι, ὅτι πολλάκιϲ καὶ ἐκ διαφόρων μερῶν λόγου αἱ αὐταὶ παραί γωγαὶ γίνονται. παρὰ ῥῆμα τὸ αἰτῶ γίνεται τὸ αἰτίζω, καὶ παρ’ ὄνομα τὸ βάρβαροϲ τὸ βαρβαρίζω· ἐϲτι δὲ ὅτε καὶ παρ’ ἐπιρρήματα, ὡϲ αἰαῖ αἰάζω. -οὐδὲν οὑν κωλύει καὶ τὰ προκατειλημμένα τὰ μὲν παρὰ ῥῆμα εἰναι, τὰ δὲ ὡϲ ἠλογημένα ἀπὸ ἐπιρρημάτων παρῆχθαι τῶν είϲ ωϲ περατουμένων, ὥϲτε ἐν προϲθέϲει τοῦ τι ἀποτελεῖϲθαι, μεγάλωϲ μεγαλωϲτί ,νέωϲ νεωϲτί, ἱερῶϲ ἱερωϲτί.