Ancient Greek
Paragraph 65
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 65
Not analysed yet
Ἐδείξαμεν ἐν τοῖϲ περὶ τοῦ ἀέκητι ,ὡϲ τὰ μὴ ὑποπίπτοντα ὑπὸ τόνδε τὸν λόγον πίπτει ὑπὸ βαρεῖαν τάϲιν, αὐθι, ἶφι. διὰ τοῦτο εὐμαρῶϲ τὰ τοιαῦτα καὶ τ⟨ὸ ϲ ἀποβάλλει⟩, πολλάκιϲ, τετράκιϲ. τὸ δὲ δίϲ καὶ τὸ τρίϲ οὐκέτι ἀποβάλλει διὰ τὸ εἰϲ ὀξεῖαν προάγεϲθαι. ἕνεκα τούτου μοι δοκεῖ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ οὐ δεόντωϲ, ἄνα λόγωϲ βεβαρύνθαι ἐν τῷ χῶρι διατμήγουϲιν (Callim. fr. 48 Schneider)· ἀναλογώτερά τε τὰ τοιαῦτα εἴη ἐν βαρείᾳ τάϲει, ἡχι, ναίχι. τοῦ οὐχί ὀξυνθέντοϲ οὐχὶ μεθίει (716) τούτῳ γὰρ τῷ λόγῳ καί τινεϲ ἀνέγνωϲαν τὸ πρῶι δ’ ὑπηοῖοι (Θ 530) ἐν βαρείᾳ τάϲει. ἀνάλογοϲ γὰρ καὶ ἡ παρ’ Αἰολεῦϲι βαρεῖα τάϲιϲ, λέγω δὲ τοῦ ὄψι τὰρ ἄρξατο (lyr. gr. fr. adesp. 55 Bergk 3), ἀφ’ οὐ τὸ ὀψιμαθήϲ· οὐ γὰρ ὑγιὴϲ ἡ τοῦ ὀψέ τάϲιϲ, ὡϲ δεδείξεται ἐν τῷ περὶ τῶν εἰϲ ε ληγόντων ἐπιρρημάτων.