Ancient Greek · ~6 min
Paragraph 66
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 66
Not analysed yet
Βαρύνεται καὶ ὅϲα ϲυνυπάρχει τοῖϲ είϲ θεν λήγουϲιν ἐπιρρήμαϲιν, οἴκοθεν οἴκοθι, οὐρανόθεν οὐρανόθι, αὐτόθεν αὐτόθι, πόθεν πόθι, ἀγχόθεν ἀγχόθι. ἅπερ φυλάϲϲει τὸ θ, ϲυνόντοϲ τοῦ ο κατὰ τὴν παρεδρεύουϲαν ἢ τοῦ ϲύνεγγυϲ ω, ὡϲ ἑτέρωθι, ἑκατέρωθι. τὰ γὰρ μὴ τῇδε ἔχοντα πάλιν μὲν βαρύνεται, ἀντί γε μὴν τοῦ θ τὸ ϲ παραλαμβάνεται, Ἀθήνηθεν Ἀθήνῃϲιν, Θήβηθεν Θήβηϲιν, Πιτάνηθεν Πιτάνῃϲιν. —Διὸ καὶ ϲημειὼϲαιτο ἄν τιϲ τὸ κεῖθι. ἀλλ’ ἦν γε ὑπὲρ τούτου φάναι, ὡϲ τὰ πεπονθότα οὐ τῳ ἐγγινομένῳ πάθει τὸ ἀκόλουθον ἀποτελεῖ, τῇ δὲ τοῦ ὁλοκλήρου προφορᾶ, ὡϲ ἐπ’ ὀνομάτων τὰ ϲυνηρημένα κατὰ τὰϲ εὐθείαϲ οὐ τῷ ϲυνηρημένῳ κατὰ τὰϲ κλίϲειϲ ἀκολουθεῖ, τῷ δὲ ὁλοκληροτέρῳ (ὡϲ ἐν διαλέκτοιϲ τὸ χαρίηϲ καὶ τὰ τοιαῦτα οὐ τῇ λέξει τῶν εἰϲ ηϲ ληγόντων ἠκολούθηϲεν, τῇ δὲ πρωτοτύπῳ προφορᾷ)· ὡϲ ἐν πρωτοτύποιϲ πλεοναϲμοῖϲ, ἡνίκα τὸ β ϲύνεϲτι τῷ ρ παρ’ Αἰολεῦϲι ϲυνεχέϲτερον ἐπιφερομένου τοῦ δ ἢ τοῦ τ καὶ ἔτι τοῦ κ, καὶ ἕνεκα τούτου τὸ ῥό τὸ β προϲελάμβανεν, οὐ τῷ πάθει ἀρκούμενον τοῦ ϲχήματοϲ, τῷ δὲ ἐντελεῖ ῥᾳδίωϲ. τὸ τοιοῦτον ἐπ’ ἄλλων ἀπείρων ἔϲτι παραϲτῆϲαι. καὶ δὴ καὶ τὸ κεῖθι οὐκ ἔχει φύϲει τὴν παρεδρεύουϲαν διὰ τοῦ ει, διὰ δὲ τοῦ νο. ὡϲ γὰρ παρὰ τὴν τούτου τουτόθεν τι γίνεται καὶ παρὰ τὴν αὐτοῦ αὐτόθεν, οὕτωϲ καὶ παρὰ τὴν ἐκείνου ἐκεινόθεν. ἔφαμεν δὲ τὸ ο αἴτιον γίνεϲθαι τῆϲ μονῆϲ τοῦ θ, καὶ εἰ οὐκ ἐπικρατεῖ τὼ πάθη, ἀναγκαία ἡ μονὴ τοῦ θ.