Ancient Greek · ~3 min
Paragraph 95
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 95
Not analysed yet
Ὁμοίωϲ δ’ ἂν ἔχοιτο καὶ τὸ τοιοῦτον ἐπιϲτάϲεωϲ. —«Ὁλοκλήρουϲ γὰρ τὰϲ τῶν πρωτοτύπων φωνὰϲ ἥδε ἡ παραγωγὴ φυλάϲϲει, τοῖοϲ τοιόϲδε, τηλίκοϲ τηλικόϲδε, τῆμοϲ τημόϲδε· χρῆν οὖν καὶ παρὰ τὸ ὥϲ ὧϲδε.» —Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίαϲ ἔχεϲθαι, τῇ μὲν ἀπὸ Δωρικοῦ δυνάμενον ἐϲχηματίϲθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥϲ παραλαμβάνουϲι, τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προυφεϲτῶτοϲ κατ’ ἔλλειψιν τοῦ ϲ· καὶ γὰρ παρὰ τὸ ὅϲ ὤφειλεν ὅϲδε εἶναι, ὅπερ ἐγένετο ὅδε. ἀλλὰ καὶ τοῦτο ϲυνήθωϲ ἀποβάλλει τὸ ϲ· τὸ γὰρ αὐτὸ ϲημαίνει ἐϲθ’ ὅτε τὸ ὁ καὶ τὸ ὅϲ, ὁ γὰρ ἦλθε θοἀϲ (Α 12) ὅϲ γὰρ δεύτατοϲ ἦλθεν (α 286).