Ancient Greek
Paragraph 96
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 96
Not analysed yet
Ἔχοιτο δ’ ἄν ἔτι καὶ ἐπιϲτάϲεωϲ τοιαύτηϲ, καθὼϲ εἶπομεν ὅτι ἡ διὰ τοῦ δε παραγωγὴ πολὺ πρότερον τὴν ἀνταπόδοϲιν τὴν διὰ τοῦ τ παραλαμβάνει· οὐ γὰρ παρὰ τὸ οἷοϲ τὸ τοιόϲδε, οὐδὲ παρὰ τὸ ἡνίκα τηνικάδε. —Καὶ πάλιν ὑπὲρ τούτου ἔϲτι φάναι, ὅτι ἔλλειψίϲ ἐϲτι τοῦ τ ἐπὶ τῶν προκειμένων μορίων ,ὡϲ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν, ὡϲ καὶ ἡ οὐτοϲ ἀντωνυμία, παραχθεῖϲα ἀπὸ τοῦ ὅϲ, λείπει νῷ τ, ἀποδεικνυμένου τοῦ τοιούτου καὶ διὰ τῶν πλαγίων πτώϲεων, τούτου, τούτ ῳ, καὶ οὐδετέρου τοῦ τοῦτο, καὶ διὰ Δωρικοῦ τοῦ τοῦτοι. ὅπερ καὶ διὰ τοῦ ἀρθρικοῦ δείκνυται καὶ διὰ τοῦ ἀντωνυμικοῦ· τὸ γὰρ οἱ τοί φαϲι Δωριεῖϲ, καὶ τὸ αἱ ταί, ταύται ταὶ θύραι μᾶτερ (Sophr. fr. 88 Ahrens). λέγω δὲ ὅτε κατὰ προτακτικὴν θέϲιν ἐϲτὶ τὸ ἄρθρον· ἐπεὶ ὅτε γε καθ’ ὑπόταξίν ἐϲτι, τὸ τ οὐ πάντωϲ προϲτίθηϲιν, ἐπεὶ φυϲική ἐϲτιν ἡ ἀπόϲταϲιϲ τοῦ τ, οὐκ ἐν πάθει γενομένη. ὅθεν οὐδ’ ἐπίμεμπτον ταὶ γυναῖκεϲ αἵ τὰν θεὸν φαντὶ ἐξελᾶν (Ahrens dial. ll p. 468). ἐτέτακτο γὰρ οὐ κατὰ πρόταξιν, ἀλλὰ καθ’ ὑπόταξιν.