Ancient Greek · ~10 min
Paragraph 97
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 97
Not analysed yet
Ἐξῆϲ ῥητέον καὶ περὶ τοῦ οἶκον δέ. Τὰ μὲν οὖν προκατειλεγμένα ἐπιρρήματα, τύπου ἰδίου ἐχόμενα, τὴν εἰϲ τόπον ϲχέϲιν ἐϲήμαινε, παραγωγῆϲ τυγχάνοντα τῆϲ διὰ τοῦ δε· τὰ μέντοι τοιαῦτα, οἰκον δέ, ἀγρὸν δἐ, ῦὕλυμπον δἐ, ϲύνταξιν ἔχει ἐπιρρηματικήν, οὐ μὴν με. ριϲμὸν τὸν κατὰ τὰ ἐπιρρήματα. καὶ γὰρ τὸ ἐξ οἴκου ἔχει τὴν ἐκ τόπου ϲημαϲίαν, οὐ μήν ἐϲτιν ἐπίρρημα, μέρη δὲ δύο λόγου, τὴν ἐκ τόπου ϲχέϲιν παριϲτάντα ,καθὸ ϲυνεχέϲτερον αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων πλειόνων ϲημαινομένων, καὶ παρεμφατικαί εἰϲι τόπου. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐν οἴκ ῳ· οὐ γὰρ ταὐτόν ἐϲτι τῷ οἴκοθι. ὡϲ καὶ ἐπὶ τοῦ νῦν ἐπιρρήματοϲ, δηλοῦντοϲ τὸ ἐν τούτῳ τῷ χρόνῳ, οὐ ταὐτὸν παράγεται. Ὑππενόηϲαν δ’ ἔνιοι, ὡϲ ἕν εἴη μέροϲ λόγου τὸ οἶκονδέ, ἐκ λόγων τοιούτων· ὅτι κατὰ μίαν ϲχέϲιν ἐκφέρονται, ὅπερ ἴδιον ἐπιρρημάτων· ὅτε εἰ ὀνόματα ἦν τὸ οἶκονδέ, οὐκ ἂν ἐνεποδίζετο μεταϲχηματίζεϲθαι εἰϲ πτώϲειϲ καὶ ἀριθμούϲ, ὅπερ παρείπετο ὀμόμαϲιν. οἱ ϲυμπλεκτικοὶ ϲύνδεϲμοι εἰϲ ϲυμπλοκὴν παραλαμβάνονται, καὶ οὐ παρὰ τοὺϲ ἀριθμοὺϲ ἢ τὰϲ πτώϲειϲ ἐμπόδιοι καθεϲτᾶϲιν· ἑκάϲτηϲ γὰρ πτώϲεωϲ καὶ παντὸϲ ἀριθμοῦ δεκτικοί εἰϲιν. εὖ γὰρ λέγοι τιϲ ἀν θρώπουϲ μὲν ἐθεαϲάμην, ἄλλα δὲ ζῶα οὕ, ἢ ἄνθρωποϲ μὲν ἦν, ὄπ ωϲ δὲ ἀφανὴϲ ἐγένετο οὐκ ἐπίϲταμαι· ἀδιαφόρωϲ γὰρ ἔχουϲι, καθ’ οἱανδήποτε ἂν ὦϲι πτῶϲιν, ϲυμπλέκειν καὶ παραλαμβάνεϲθαι. ὅπερ ἐπὶ τοῦ οἰκον δέ καὶ οὕλυμπον δέ οὐκ ἔϲτιν ἐπινοῆϲαι· οὔτε γὰρ ϲύνδεϲιϲ οὔτε μετάπτωϲίϲ τιϲ εἰϲ ἀριθμὸν ἢ πτῶϲιν ἔνεϲτιν. Ἔτι τὰ ὀνόματα, προϲλαμβάνοντα ἄρθρα, φυλάϲϲει τὴν ἰδίαν ϲύνταξιν λόγον τε τὸν αὐτόν, δίχα τοῦ πλέονι ἀναφορᾶ κεχρῆϲθαι, ἄνθρωποϲ δὲ παραγενόμενοϲ, ὁ ἄνθρωποϲ δὲ παραγενόμενοϲ· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. οὐ μὴν ταὐτόν ἐϲτιν ἐν τῷ οῖκον δέ καὶ τὸν οἶκον δέ· οἶκόνδε γὰρ ἐλεύϲομαι, οὐ μὴν τὸν οἶκόνδε ἐλεύϲομαι. —Τοῖϲ τοιούτοιϲ λόγοιϲ ἐπανέχοντέϲ φαϲιν ἡνῶϲθαι τὰ τοιαῦτα εἰϲ ἐπιρρηματικὴν παραγωγήν. καὶ πάλιν ἀντείχοντο τῶν τονικῶν παραγγελμάτων, καὶ οὕτωϲ ἐπηπόρουν ἐπὶ τῶν ϲχημάτων. —Ἔϲτι δὲ πρὸϲ ἕν ἕκαϲτον τῶν προκειμένων ὑπαντῆϲαι, καὶ ὡϲ πρόκειται, δείξομεν ὅτι ἐϲτὶν ἐπιρρηματικὴ ϲύνταξιϲ, οὐ μὴν ἐπιρρηματικαὶ φωναί. —Τὰ μὲν οὖν ἐκ τῆϲ τάϲεωϲ προφανῆ. πῶϲ γὰρ τρίτη ἀπὸ τέλουϲ ή περιϲπωμένη πῶϲ τετάρτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα; λέγω ἐν τῷ οἰκον δέ, Οὔλυμπονδέ. —Πρὸϲ οἱϲ καὶ αἱ φωναὶ κλινόμεναι ὁλόκληροί εἰϲι κατ᾿ αἰτιακὴν πτῶϲιν. (ἀλλ᾿ οὐ τοῦτό φημι ϲυνεκτικὸν τοῦ δύο μέρη λόγου εῖναι, ἐπεὶ κὰν τοῖϲ κατ᾿ ἀρχὴν ἐδείξαμεν τὰϲ ὀνοματικὰϲ πτώϲειϲ εἰϲ ϲύνταξιν ἐπιρρηματικὴν τιθεμέναϲ καὶ ἐπιρρήματα καλουμέναϲ.)