Ancient Greek · ~1 min
Paragraph 98
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 98
Not analysed yet
Διαφέρει τὸ οἴκοθεν τοῦ ἐξ οἴκου, ἡ ὃ μὲν ἓν μέροϲ λόγου, τὸ δὲ δύο, ἐκ προθέϲεωϲ καὶ ὀνόματοϲ, καὶ τὸ οἴκοθι τοῦ ἐν οἴκῳ, καὶ. τὸ οἴκαδε τοῦ εἰϲ οἰκον. καὶ ῷ λόγῳ τὸ εἰϲ οἶκον δύο μέρη λόγου, οὕτωϲ καὶ τὸ οἶκον δέ, ἐγκειμένου τοῦ δέ ϲυνδέϲμου.