Ancient Greek
102.6
Aristaenetus, Epistulae 102.6
Unproofread scanNot analysed yet
ε’. Πῃρωνικὴ ἐστὶ, δι’ ἧς ἐπαινῶμὲν τινα ἐν ὑποκρίσει περὶ τὴν ἀρχήν, ἐπὶ τέλει δὲ τὸν ἑαυτῶν σκοπὸν ἐμφαίνομεν. —Ἡ ἐπιστολή. Λίαν ἀγάμαι τὴν σὴν ἐπιεικείαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπ’ εὐνοίας εἰς τὸ ἐναντίον, ὅκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δ’ ἔοικε, οὐ τοὺς ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασας, ἀλλὰ τοὺς φίλους ἐχθρούς· τὸ γὰρ δρᾶμα δέδεχεν ὡς καὶ φίλοις ἀνάζιον καὶ τῆς σῆς παροινίας ἐπάξιον.