Ancient Greek
102.7 to 103.5
Aristaenetus, Epistulae 102.7-103.5
Unproofread scanNot analysed yet
ζ’. Εὐχαριστικὴ ἐστὶ δι’ ἧς χάριν γινώσκομέν τινι διὰ τι. —Ἡ ἐπιστολή. Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκαγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος, ἐφ’ ᾧ με τῶν ἄλλων [ὑπὲρ ἀπάντων] ὠφέλησας πλέον. ζ’. Φιλικὴ ἐστὶ δι’ ἧς φιλίαν ψυλὴν ἐμφαίνομεν μόνον. —Ἡ ἐπιστολή Γνῶσιον εὐπορήσας γραμματηφόρων ἐποῦδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν· ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόντας δὲ προσφθέγγεσθαι. η’. Εὐχτικὴ ἐστὶ δι’ ἧς τυχεῖν τινὸς εὐχόμεθα. —Ἡ ἐπιστολή. Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἔρδαν θεάσασθαι μορφὴν ,ἥς ἀπολαύσαι πάλαι ἐλπίζω, διηνεκῶς περὶ τούτου εὐχὰς ποιούμενος τῷ κρείττονι. θ'. Ἀπειλητική ἐστι δι' ἧς ἀπειλοῦμέν τινι. —Ἡ ἐπιστολή. Εὔξαι πᾶσῃ ψυχῇ καὶ παντὶ σθένει, αὐτοῖσι μὴ παραγενώμεθα· εἰ γὰρ παραγενώμεθα, πολλῶν πειραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δεξάσθαι πείραν λήψεσθαι. ι'. Ἀπαρνητική ἐστι δι' ἧς ἀπαρνοῦμενοι τι φαίνόμεθα. —Ἡ ἐπιστολή. Οὐδὲν εἵργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀχνῶς ἐγχαλεῖς μοι δεινῶν· ἔθεν μηδὲν φαύλον φρονεῖ περὶ ἐμοῦ· οὐδὲ γὰρ θέμισ διαβολῇ πιστεύειν καὶ φήμῃ ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ· διαβολὴ γὰρ μήτηρ ἐστὶ πολέμου. ια'. Παραγγελματική ἐστι δι' ἧς παραγγέλλομέν τινι περὶ τινος· αὕτη δὲ καὶ διαμαρτυρική καλεῖται. —Ἡ ἐπιστολή. Πολλάκις ἠδίκησας τὸν ἡμέτερον ἄνθρωπον ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσαν τὴν ὕβριν. ἀλλὰ παύσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προτέρας ἀδικίας οἶκην εἰσπραξώμεθα. ιβ'. Μεταμελητική ἐστι δι' ἧς δοκοῦμεν μεταγινώσκειν ἐφ' οἷς ὑπεδεξάμεθα τινι τι καὶ ἐφ' οἷς ἐδόξαμεν σφάλλεσθαι. —Ἡ ἐπιστολή. Οἶδ᾽ σφαλεις κακῶς σε διαθέμενος· διὸ μεταγνοὺς τὴν ἐπὶ τῷ σφάλματι συγγνώμην αἰτῶ. μεταδόναι δέ μοι μὴ κατόκνησης διὰ τὸν Κύριον· δίκαιον γὰρ ἐστι συγγινώσκειν πταίουσι τοῖς φίλοις, ὅτε· μάλιστα καὶ ἀξιοῦσι συγγνώμης τυχεῖν.