Ancient Greek
568.2
Aristaenetus, Epistulae 568.2
Unproofread scanNot analysed yet
κα'. Ἕτερα γυναικί. Οἷσα ξανθὴ τί ῥόδα ζητεῖς; καὶ μὴν φύσεως οὕτως ἔχεις ὡς ἐκεῖνα. τί λαμβάνῃ ἄνθους μετὰ μικρὸν οὐκ ὄντος; τί δὲ τὴν κεφαλὴν στεφανοῖς πυρί; ἐμοὶ γὰρ δοκεῖ καὶ τῆς Κολχίδος ὁ ὅρμος, ὃν ἐπεμψε τῇ Γλαῦχῃ, ῥόδα εἶναι πεπαραμυγμένα, καὶ διὰ τοῦτο ἐκαυθὴ λαβοῦσα. εἰτε γὰρ τὰ ῥόδα τερπνά, μὴ παρευδοχιμεῖτω τὰς καλὰς, εἰτε εὐώδη, μὴ ἀντιπνεῖτω, εἰτε ὑκύμορα, μὴ φοβεῖτω. ἡ δὲ σὴ κεφαλὴ λειμῶν πολλὰ ἄνθη φέρων ἐστίν, ὃ μήτε θέρος ἀπείσι καὶ χειμῶνος μέσου φύεται καὶ δρεφαμένων οὐ λύεται.