Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ARISTODEMUS_THEBANUS
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 6
Not analysed yet
Μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν θάνατον τὴν τῶν θεῶν ηὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Β(??)ιωτίᾳ Θηβκῖοι, πιεζόμενοι κακοῖς, ἐμαντεύσαντο περὶ ἀπαλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσασθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρ ̓ αὐτοῖς καλούμενον Διὸς γονὰς τόπον. Οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔσχον Ἕκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. Ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.