Ancient Greek · ~1 min
7 to 8
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 7-8
Not analysed yet
Ἀριστόδημος δ ̓ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει, Ἀντιόκου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ Εὐαγόραν τὸν κυρτὸν, Σελεύκου δὲ Φορμίωνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων φησί· «Δωρίωνος τοῦ κρουματοποιοῦ, κυλλόποδος ὄντος, ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. Καὶ ὃς, Οὐδὲν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι, ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.»