Ancient Greek
Β.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 107
Not analysed yet
107. ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος. †)πῶς οὖν ἄνωθεν ἔλεγεν τάχα δ’ εἶσι τέταρτον; ταῦτα δὲ πρὸς τὰ μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμφωνίας. εἶπε γὰρ ἔμπροσθεν ἤδη γὰρ τρίτον ἐστίν. διὸ καί τινες μετεποίησαν ὡς δίετες μὲν ἔληθε δόλῳ· ἀλλ’ ὅτε δὴ τρίτον ἦλθεν ἔτος. οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη· τὸ γὰρ τάχα ἐκεῖ ἐντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ διέρχεται καὶ τὸ τέταρτον. EMQ. cf. ad v. 89, sed nostro in scholio Aristonici verba non tam integra sunt.