Ancient Greek
Γ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 313
Not analysed yet
313. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἀπὸ τῆλ’ ἀλάλησο. †)οὗτος ὁ τόπος ἀνέπεισε Ζηνόδοτον ἐν τοῖς περὶ τῆς ἀποδημίας Τηλεμάχου διόλου τὴν Κρήτην ἔναντι τῆς Σπάρτης ποιεῖν· οἴεται γὰρ ἐκ τούτων τῶν λόγων κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε περὶ τοῦ πατρὸς πευσόμενος παρεσκεύαστο πλεῖν. διὸ καὶ ἐν τῇ α′ ῥαψωδίᾳ (93) ἔγραψε πέμψω δ’ ἐς Κρήτην τε καὶ ἐς Πύλον ἠμαθόεντα καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα, ὃς γὰρ δεύκατος ἦλθεν Ἀχαίων χαλκοχιτώνων. (α 284) HMQR. cf. α 93. β 359. δ 702.