Ancient Greek
Β.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 89
Not analysed yet
89. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον. *)ἡ διπλῆ πρὸς τὸ ἑξῆς δοκοῦν ἀσυμφώνως λέγεσθαι ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος (106). διὸ καί τινες μετεποίησαν ὡς δίετες μὲν ἔληθε δόλῳ· ἀλλ’ ὅτε δὴ τρίτον ἦλθεν ἔτος· οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη· τὸ γὰρ τάχα ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ δίεισι καὶ τό τέταρτον. HM. M. habet in alio scholio διελεύσεται pro δίεισι ut ν 377; ad v. 107 fere idem est scholion, sed pro δίεισι διέρχεται. cf. L. A. 93.