Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 88
Not analysed yet
(88) δίδυμά τε καὶ τρίδυμα γίνεται ἃ μὲν κατ’ ἐπισύλληψιν, ἔστι δ’ ὅτε, φησί, καὶ κατὰ. ὅταν μὲν ἃμα ἐκτεχθῇ ἄρρεν καὶ θῆλυ, ἀνάγκη ταῦτα κατ’ ἐπισύλληψιν γεγονέναι, ἃτε τοῦ ἂρρενος μὲν ἐκ πεπεμμένου γεγονότος, τοῦ δὲ θήλεος ἐξ ἀπέπτου, ὥστε ὑπὸ δύο ταῦτα καταβολὰς γεγενῆσθαι. τὰ δὲ ὑπὸ μίαν καταβολὴν τοιαῦτα γινόμενα τὸ μὲν ἐκ κατεψυγμένου γίνεται σπέρματος ὑπομεμενηκότος περὶ τὸν περίνεον, τὸ δὲ ἀπὸ κατενηνεγμένου καὶ οὕτως ὁμοῦ ἀμφοτέρων ἐμπεπτωκότων. ὅταν δὲ ὑπὸ μίαν καταβολὴν δύο ἄρρενα ἢ δύο θήλεα γένηται, ταῦτα σχισθέντος ἐν τῇ μήτρᾳ τοῦ σπέρματος γίνεται, τοῦ μὲν πεπεμμένου εἰς δύο ἄρρενα, τοῦ δὲ ἀπέπτου εἰς δύο θήλεα. ὅτι δὲ κατ’ ἐπισύλληψιν ἀρέσκει αὐτῷ γίνεσθαι ⟨δῆλον⟩· αὐτὸς γὰρ οὕτω φησί· συνέβη γάρ τινα δούλην περὶ Τρίκκην ἐκ τοῦ δεσπότου καὶ τοῦ ἐπιτρόπου τῇ αὐτῇ ἡμέρᾳ πλησιάσασαν τεκνῶσαι δύο, ὧν τὸ μὲν ἦν τῷ ἐπιτρόπῳ ὅμοιον, τὸ δὲ τῷ δεσπότῃ’’. καὶ μὴν ὅτι κατὰ σχίσιν τοῦ σπέρματός τινα γίνεται, οὕτως φησί· τὰ δὲ διδυμοτοκοῦντα ἀπὸ μιᾶς καταβολῆς δοκεῖ ἀρρενοτοκεῖν ἢ θηλυτοκεῖν, ὅτι τὸ σπέρμα τοῦ ἂρρενος ἰσχυρόν ἐστιν, ὥστε μεριζομένου εἰς δύο ἢ εἰς πλείονα τρόφιμα γίνεσθαι’’·