Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 35
Not analysed yet
Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν ἡμᾶς καὶ κτήσασθαι καὶ ἀποβαλεῖν, ὡς πλοῦτον· τὰ δὲ κτήσασθαι μέν, ἀποβαλεῖν δ’ οὐ, ὡς εὐτυχίαν, ἀθανασίαν· τὰ δὲ ἀποβαλεῖν μέν, κτήσασθαι δ’ οὐ, ὡς αἴσθησιν, ὡς τὸ ζῆν· τὰ δ’ οὔτε κτήσασθαι οὔτ’ ἀποβαλεῖν, ὡς εὐγένειαν.