Ancient Greek
476.5
Arius Didymus, Physica (Fragmenta) 476.5
Unproofread scanNot analysed yet
Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι, ὅτε μὲν γὰρ μήκος εἶναι [λέγεσθαι] τὸ μέγιστον διάστημα τοῦ σώματος, ὅτε δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὅτε (μὲν) τὸ δεύτερον διάστημα, ὅτε δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου. καὶ βάθος ὅτε μὲν †καὶ εἰς ἑαυτὸ διάστημα, ὅτε δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἔχοντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.