Ancient Greek
476.6 to 477.3
Arius Didymus, Physica (Fragmenta) 476.6-477.3
Unproofread scanNot analysed yet
Ζήνωνος. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην δὲ πᾶσαν αἰδίον καὶ οὔτε πλείω γινομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης οὐχ ἀεὶ ταῦτὰ διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. διὰ ταύτης δὲ διαθεῖν τὸν τοῦ παντὸς λόγον, ὃν ἐνιοὶ εἰμαρμένην καλοῦσιν, οἷον περ καὶ ἐν τῇ γονῇ τὸ σπέρμα. Χρυσίππου Στωικοῦ. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην· ταύτην δὲ αἰδίον, οὔτε αὐξάνιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδοχομένην κατὰ μέρη, ὥστε φθορὰς γίνεσθαι ἐκ τῶν μερῶν εἰς τινα, οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γινομένων ἐκ τινος. Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθ’ ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὐδὲ ποιότητα καθ’ αὐτήν· ἀεὶ δ’ ἐν τινὶ σχήματι καὶ ποιότητι εἶναι. διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης τὴν οὖσαν κατὰ τὴν ὑπόστασιν ἐπινόια μόνον.