Ancient Greek
477.4
Arius Didymus, Physica (Fragmenta) 477.4
Unproofread scanNot analysed yet
Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀποφαίνεται τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα, . . . καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ (πῦρ) κατ’ ἔξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρῶτον τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι. τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν. συνίστασθαι δ’ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευταῖν· παρ’ ὃ καὶ στοιχεῖον λέγεσθαι, ὅ πρῶτον ἔστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὐτοῦ καὶ ἀπὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὐτό. κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου, οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γινομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἄερα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἐπὶ μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίνεται χύσις εἰς ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἄερα, τρίτη δὲ καὶ ἔσχατη εἰς πῦρ. λέγεσθαι (δὲ) πῦρ τὸ πυρώδες πᾶν καὶ ἄερα τὸ ἀερώδες καὶ ὁμοίως τὰ λοιπά. τριχῶς δὲ λεγομένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρὸς διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καὶ’ ἕτερον δέ, καθ’ ὃ λέγεται τὰ τέτταρα στοιχεῖα πῦρ ἀήρ ὕδωρ γῆ (ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν