Ancient Greek
478.1
Arius Didymus, Physica (Fragmenta) 478.1
Unproofread scanNot analysed yet
τεττάρων, ὡς τὰ ζῶα καὶ τὰ ἐπὶ γῆς πάντα συγχρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηχε, δι’ ἑνὸς δέ, ὡς ὁ ἥλιος· διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές)· κατὰ τρίτον λόγον λέγεται στοιχεῖον εἶναι ὁ πρῶτον συνέστηχεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὐτοῦ ὁδῶ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτό· τῇ ὁμοίᾳ ὁδῶ. γεγονέναι δ’ ἔφησε καὶ τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἐστὶ τὸ τε δι’ αὐτοῦ εὐκινήτότατον καὶ ἡ ἀρχὴ (καὶ ὁ) λόγος καὶ ἡ αἰδίος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε τ’ γῆν τε κινεῖν κάτω πρὸς γῆν τὴν τροφήν, καὶ ἀπὸ τῆς τροφῆς ἄνω πάντη κύκλω, εἰς αὐτὴν τε πάντα καταναλίσκουσα καὶ τὸ αὐτῆς πάλιν ἀποκαθιστάσα τεταγμένως καὶ ὁδῶ.