Ancient Greek · ~7 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 5
Not analysed yet
Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα ,τὰ ἐναντία ποιεῖν ἤρξατο · μέλη ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομίμης τεκνογονίας. καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας ,τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους. καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας ,τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα. καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν . αἰτία δὲ τούτων οὐδεμία ,ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ καταφρονήσῃ μὲν τοῦ σκοποῦ, εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει · ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνῃ τὸν ἵππον ὡς ἂν δύνηται . δύνατα δέ, ὡς βούλεται καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ ,πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι ,νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ. πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν. οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν ὁδὸν καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη ἁμαρτάνει, καὶ τὸ κακὸν ἑαυτῇ πλάττει ,οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος Παῦλος ἀποβλέπων ἔλεγε · κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως Ἰησοῦ Χριστοῦ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει .