Ancient Greek
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 6
Not analysed yet
Ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν Χριστὸν οὐκ ἐγνωκότες ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο ,ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων ,οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος, εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι . τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη. οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῶ ἐστὶν οὐδὲ δι’ αὐτοῦ . ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν, ἢ αἴτιον γινόμενον κακοῦ . οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας καὶ περὶ τὴν πίστιν ναυαγήσαντες ,καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ Χριστοῦ πατέρα, θεὸν ἕτερον, καὶ τοῦτον ἀγένητον ,τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργόν. τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε θείων τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται · ὁ μὲν οὖν κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ βεβαιῶν τὰ Μωυσέως ρήματα · ὅτι κύριος ὁ θεὸς εἷς ἐστι· καὶ ἐξομολογοῦμαί σοι πάτερ ,κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς, καὶ οὗτος οὐρανοῦ καὶ γῆς κύριος, πῶς ἄλλος ἂν εἴη θεὸς παρὰ τοῦτον ; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός ,τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν αὐτὸς ὁ θεὸς καὶ πατὴρ τοῦ Χριστοῦ ἐστι κύριος κατὰ τὴν τοῦ σωτῆρος φωνήν; εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ καὶ τὸν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον εἴποιεν . ἀλλ’ ἐὰν τοῦτο λέγωσιν ,ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν . ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη. καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν ,ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι . ἀσθένεια δὲ ἀμφοτέρων ἐστίν ,ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα. ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου, ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ .