Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 11-2
Not analysed yet
τί οὖν, φῄς, πράξω, εἰ μηδεὶς ἄξιον ἡγεῖται με δέξασθαι; τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φάρυγγος ἐκβοᾷς. ἐγὼ δὲ τοὐναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ διανοίας ἐπεδείξω; ἣν ἐχρῆν σε διαπτύξαντα καὶ τοῖς θείοις καὶ τοῖς ἀνθρωπίνοις σαφῆ καταστῆσαι. καὶ μάλισθ’ ὅτε τὰ ἰοβόλα τῶν ἑρπετῶν τὸ τηνικαῦτα μᾶλλον ἀγριαίνειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν φωλεῶν μυχοῖς ἐνιδρυνθέντα αἴσθηται.