Ancient Greek · ~3 min
12 to 13
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 12-2-13
Not analysed yet
Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐτοῦ τὸ σπουδαίως εὖ μάλα καθάπερ ὑπό τι προσωπεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. τῇ μὲν τοῦ σχήματος τέχνῃ τιθασσὸν σεαυτὸν καὶ χειροήθη σύ γε παρέχεις, κακῶν δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων τοὺς πολλοὺς λέληθας. ἀλλ’ ὢ τῆς ἀθλιότητος· ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ἄρειος ἡμῖν ἀνομίας ἐργαστήριον κατεστήσατο. λέγε δὴ νῦν μοι παρελθὼν τῆς σεαυτοῦ πίστεως τὸ γνώρισμα καὶ μηδαμῶς γε ἀποσιωπήσῃς, ὦ τὸ μὲν στόμα διάστροφον, τὴν δὲ φύσιν ὀξύρροπον πρὸς πονηρίαν κεκτημένε· ἕνα λέγεις θεόν; σύμψηφον ἔχεις κἀμέ, οὕτω φρόνει. τῆς οὐσίας αὐτοῦ ἄναρχον καὶ ἀτελεύτητον λόγον εἶναι φῄς; στέργω τοῦτο· οὕτω πίστευε.