Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 14-2
Not analysed yet
εἴ τι περαιτέρω προσπλέκεις, τοῦτ’ ἀναιρῶ· εἴ τι πρὸς ἀσεβῆ χωρισμὸν συγκαττύεις, τοῦτο οὔτε ὁρᾶν οὔτε νοεῖν ὁμολογῶ· εἰ τὴν τοῦ σώματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων ἐνεργειῶν παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. εἰ τὸ πνεῦμα τῆς ἀϊδιότητος ἐν τῷ ὑπερέχοντι λόγῳ γεγενῆσθαι λέγεις, δέχομαι. τίς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ ἐλθὼν ἀπὸ τοῦ πατρός; τίνα ἔγνω ὁ πατήρ, εἰ μὴ ὃν ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγέννηκε; σὺ μὲν ὑπόστασιν ξένην ὑποτάττειν οἴει δεῖν κακῶς δήπου πιστεύων, ἐγὼ δὲ τῆς ὑπερεξόχου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν μίαν εἶναι γινώσκω.