Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 15-2
Not analysed yet
εἰ τοίνυν σὺ ἀφαιρεῖς μὲν ἀπ’ ἐκείνου, ἀφ’ οὗ χωρισθῆναι οὐδὲ διανοίᾳ τῶν ἐρεσχελούντων δεδύνηται οὐδεπώποτε οὐδέν, προσθήκης δὲ χαρακτῆρας εἰδοποιεῖς καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις ἐκείνῳ, ᾧ ὁλόκληρον μὲν ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν ἔννοιαν, ἀθανασίας δὲ δι’ ἑαυτοῦ καὶ ἐκκλησίας ἔνειμε πίστιν –κατάβαλε οὖν δή, κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα, ὦ ἀστεῖε σὺ καὶ εὔφωνε καὶ τὰ κακὰ πρὸς ἀπιστίαν τῶν ἀνοήτων ἐξᾴδων.