Ancient Greek
16 to 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 16-2-17
Not analysed yet
εἰκότως ἄρα σε ὁ πονηρὸς τῇ ἑαυτοῦ κατεστρέψατο κακίᾳ, καὶ τοῖς μὲν ἴσως ἡδὺ τὸ τοιοῦτον εἶναι ἐδόκει (οὕτω γὰρ ἀστεῖον σεαυτὸν προςπεποίηκας), ἔστι δὲ πάντη ὀλέθριον τὸ κακόν. φέρε δή, τῆς ἐν τοῖς ἀτοπήμασι διατριβῆς ἀπαλλαγεὶς ἄκουε, ὦ δαιμόνιε Ἄρειε. σοὶ γὰρ διαλέγομαι. τῆς ἐκκλησίας δήπου τοῦ θεοῦ ἀποκεκηρυγμένος οὐκ αἰσθάνῃ; ἀπόλωλας, εὖ ἴσθι, ἐὰν μὴ βλέψας εἰς σεαυτὸν τὴν παροῦσάν σου κατακρίνῃς ἄνοιαν. ἀλλ’ ἐρεῖς, ὡς ὄχλοι συμπράττουσί σοι καὶ τὰς φροντίδας ἀπελαφρύνουσιν.