Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 18
Not analysed yet
Ἄκουε δὴ οὖν μικρὸν ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ σύνες τὴν σαυτοῦ ἄνοιαν. σὺ δέ, ὦ πάντων κηδεμὼν θεός, εὐμενὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς ἄνθρωπος ἵλεω ἔχων τὴν παρὰ σοῦ προμήθειαν καὶ ἐξ Ἑλληνικῆς καὶ ἐκ Ῥωμαικῆς γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν Ἀρείου μανίαν πρὸ τρισχιλίων που ἐτῶν ὑπὸ τῆς Ἐρυθραίας προρρηθεῖσάν τε καὶ προφημισθεῖσαν.