Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19
Not analysed yet
ἔφη γὰρ ἐκείνη γε· οὐαί σοι, Λιβύη, ἐν παράλοις κειμένη χώροις· ἥξει γάρ σοι καιρός, ἐν ᾧ μετὰ τοῦ δήμου καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὠμὸν καὶ παγχάλεπον ὑπελθεῖν ἀναγκασθήσῃ, ἀφ’ οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας διαδοθήσεται, σοὶ δὲ πρὸς ἔσχατον ἀποκλινεῖ καταστροφῆς. ὑμεῖς γὰρ τῶν οὐρανίων ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε καὶ δήγματι σπαράξαι καὶ μέντοι σιδηροῖς ἐγχρᾶναι τοῖς ὀδοῦσι.